<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="669">πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.</l><l n="670">ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν</l><l n="671">ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.</l><l n="672">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="673">ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.</l><l n="674">κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,</l><l n="675">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="677">Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς</l><l n="678">Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,</l><l n="679">ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο</l><l n="680">ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.</l><l n="681">τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο</l><l n="682">θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.</l><l n="683">ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα</l><l n="684">δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.</l><l n="685">τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,</l><l n="686">ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω</l><l n="687">σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.</l></div></div></body></text></TEI>