<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="665">εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,</l><l n="666">ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·</l><q><l n="667">ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·</l><l n="668">ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν</l><l n="669">πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.</l><l n="670">ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν</l><l n="671">ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.</l><l n="672">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="673">ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.</l><l n="674">κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,</l><l n="675">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</l></q></div></div></body></text></TEI>