εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.