ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω· αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.