<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="272">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="273">ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.</l><l n="274">εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ</l><l n="275">ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.</l><l n="276">ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·</l><l n="277">ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς</l><l n="278">πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.</l><l n="279">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·</l><l n="280">τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο</l><l n="281">ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον</l><l n="282">χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.</l><l n="283">τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι</l><l n="284">χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="285">ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν</l><l n="286">ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.</l><milestone ed="p" n="287" unit="card"/></q><l n="287"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.</l><l n="288">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος</l><l n="289">Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·</l><l n="290">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="291">ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα</l><l n="292">Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.</l><l n="293">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος</l><l n="294">διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους</l><l n="295">Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·</l><l n="296">τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος</l><l n="297">δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,</l><l n="298">ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε</l><l n="299">Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·</l><l n="300">τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.</l><l n="301">Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,</l><l n="302">Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος</l><l n="303">τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι</l><l n="304">ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς</l><l n="305">μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·</l><q><l n="306">Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν</l><l n="307">Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν</l><l n="308">παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·</l><l n="309">οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι</l><l n="310">βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="311">τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ</l><l n="312">πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.</l><l n="313">ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ</l><l n="314">παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.</l><l n="315">μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·</l><l n="316">μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ</l><l n="317">νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·</l><l n="318">μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.</l><milestone ed="p" n="319" unit="card"/><l n="319">ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς</l><l n="320">ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,</l><l n="321">ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·</l><l n="322">ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,</l><l n="323">αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει</l><l n="324">ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,</l><l n="325">ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.</l><l n="326">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.</l><l n="327">ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης</l><l n="328">ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,</l><l n="329">λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ</l><l n="330">ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς</l><l n="331">ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,</l><l n="332">ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,</l><l n="333">καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.</l><l n="334">τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,</l><l n="335">αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ</l><l n="336">ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l n="337">κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l n="338">ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l n="339">ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l n="340">κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,</l><l n="341">μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·</l><l n="342">χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ</l><l n="343">ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.</l><l n="344">εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,</l><l n="345">οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,</l><l n="346">οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι</l><l n="347">Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,</l><l n="348">ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ</l><l n="350">ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.</l><l n="352">ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·</l><l n="353">πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο</l><l n="354">Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·</l><l n="355">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,</l><l n="356">τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε</l><l n="357">Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.</l><l n="358">στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς</l><l n="359">τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν</l><l n="360">ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,</l><l n="361">ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.</l><l n="362"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,</l><l n="363">πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν</l><l n="364">ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο</l><l n="365">νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη</l><l n="366">ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,</l><l n="367">χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.</l><l n="368">ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,</l><l n="369">ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες</l><l n="370">ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου</l><l n="371">νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος</l><l n="372">ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.</l><l n="373"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι</l><l n="374">ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου</l><l n="375">φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="376">αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.</l><l n="377">τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι</l><l n="378">Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·</l><l n="379">αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,</l><l n="380">πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="381">θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.</l><l n="382">καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,</l><l n="383">εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,</l><l n="384">ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.</l><l n="385">τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,</l><l n="386">οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,</l><l n="387">οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.</l><milestone ed="p" n="388" unit="card"/><l n="388">οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων</l><l n="389">Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,</l><l n="390">δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·</l><l n="391">ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,</l><l n="392">ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι</l><l n="393">ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.</l><l n="394">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,</l><l n="395">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,</l><l n="396">θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε</l><l n="397">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="398">Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,</l><l n="399">πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη</l><l n="400">ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.</l><l n="401">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.</l><l n="402">Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l><q><l n="403">ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.</l><l n="404">ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω</l><l n="405">Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη</l><l n="406">νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·</l><l n="407">ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,</l><l n="408">καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ</l><l n="409">Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;</l><l n="410">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="411">οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν</l><l n="412">ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,</l><l n="413">αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.</l><l n="414">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·</l><l n="415">ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω</l><l n="416">στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="418">μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα</l><l n="419">στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.</l><l n="420">ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ</l><l n="421">ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·</l><l n="422">τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.</l><l n="423">Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους</l><l n="424">ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.</l><l n="425">Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·</l><q><l n="426">Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·</l><l n="427">στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·</l><l n="428">μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.</l></q><milestone ed="p" n="429" unit="card"/><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε</l><l n="430">κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.</l><l n="431">ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,</l><l n="432">ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,</l><l n="433">τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω</l><l n="434">Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν</l><l n="435">μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,</l><l n="436">δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ</l><l n="437">ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.</l><l n="438">τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="439">Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·</l><l n="440">ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.</l><l n="441">ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.</l></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="443">μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="444">φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα</l><l n="445">ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="447">μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.</l><l n="448"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο</l><l n="449">ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.</l><l n="450">πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·</l><l n="451">ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·</l><l n="452">τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας</l><l n="453">ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,</l><l n="454">ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ</l><l n="455">λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="457">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="458">οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;</l><l n="459">ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,</l><l n="460">ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ</l><l n="461">ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·</l><l n="462">ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,</l><l n="463">νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε</l><l n="464">Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·</l><l n="465">ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη</l><l n="466">εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·</l><l n="467">ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,</l><l n="468">αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.</l><l n="469">ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε</l><l n="470">εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ</l><l n="471">Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει</l><l n="472">Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.</l></q><milestone ed="p" n="473" unit="card"/><l n="473"><milestone ed="P" unit="para"/>τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·</l><q><l n="474">Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν</l><l n="475">ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.</l><l n="476">οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,</l><l n="477">οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·</l><l n="478">ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ</l><l n="479">λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.</l><l n="480">ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,</l><l n="481">Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.</l></q><l n="482"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="483">Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα</l><l n="484">δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="485">δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,</l><l n="486">ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,</l><l n="487">ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.</l></q><l n="488"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας</l><l n="489">χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·</l><l n="490">καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,</l><l n="491">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·</l><q><l n="492">μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν</l><l n="493">Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.</l><l n="494">καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="495">ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε</l><l n="496">ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης</l><l n="497">ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος</l><l n="498">ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.</l></q><l n="499"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,</l><l n="500">μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι</l><l n="501">ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="502">αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,</l><l n="503">ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε</l><l n="504">ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ</l><l n="505">γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν</l><l n="506">ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.</l><l n="507">στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς</l><l n="508">ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.</l><l n="509">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,</l><l n="510">κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν</l><l n="511">ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,</l><l n="512">δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα</l><l n="513">καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.</l><milestone ed="p" n="514" unit="card"/><l n="514"><milestone ed="P" unit="para"/>τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους</l><l n="515">κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·</l><l n="516">ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.</l><l n="517">ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα</l><l n="518">ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·</l><l n="519">τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l><l n="520">οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l><l n="521">χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·</l><l n="522">τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l><l n="523">λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l><l n="524">ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ</l><l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·</l><l n="526">εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,</l><l n="527">τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.</l><l n="528">αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος</l><l n="529">λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·</l><l n="530">βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,</l><l n="531">ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.</l><l n="532">υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων</l><l n="533">ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.</l><l n="534">τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="535">στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="536">λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·</l><l n="537">ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς</l><l n="538">δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.</l></q><l n="539"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.</l><l n="540">καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,</l><l n="541">εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="542">Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·</l><q><l n="543">ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς</l><l n="544">τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον</l><l n="545">τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω</l><l n="546">αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν</l><l n="547">εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.</l><l n="548">εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ</l><l n="549">ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς</l><l n="550">καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·</l><l n="551">τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον</l><l n="552">ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.</l><l n="553">τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω</l><l n="554">ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.</l><milestone ed="p" n="555" unit="card"/></q><l n="555"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="556">χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·</l><l n="557">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="558">Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο</l><l n="559">Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.</l><l n="560">δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων</l><l n="561">χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο</l><l n="562">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.</l></q><l n="563"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ</l><l n="564">οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,</l><l n="565">Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.</l><l n="566"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων</l><l n="567">Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ</l><l n="568">χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν</l><l n="569">Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·</l><q><l n="570">Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.</l><l n="571">ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους</l><l n="572">τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.</l><l n="573">ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="574">ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,</l><l n="575">μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="576">Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος</l><l n="577">οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν</l><l n="578">ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.</l></q><l n="579">εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι</l><l n="580">ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.</l><l n="581">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,</l><l n="582">στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην</l><l n="583">χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,</l><l n="584">ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον</l><l n="585">ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.</l></q><milestone ed="p" n="586" unit="card"/><l n="586"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="587">ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι</l><l n="588">σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.</l><l n="589">οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·</l><l n="590">κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.</l><l n="591">τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς</l><l n="592">δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο</l><l n="593">μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι</l><l n="594">βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα</l><l n="595">ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.</l></q><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς</l><l n="597">ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς</l><l n="598">ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση</l><l n="599">ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·</l><l n="600">ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="601">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="602">Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς</l><l n="603">χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων</l><l n="604">ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.</l><l n="605">δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.</l><l n="606">οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.</l><l n="607">ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας</l><l n="608">σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·</l><l n="609">τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον</l><l n="610">δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε</l><l n="611">ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l></q><l n="612"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ</l><l n="613">ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.</l><l n="614">Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα</l><l n="615">τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,</l><l n="616">ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς</l><l n="617">Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·</l><q><l n="618">τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω</l><l n="619">Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν</l><l n="620">ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον</l><l n="621">αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,</l><l n="622">οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι</l><l n="623">θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.</l><milestone ed="p" n="624" unit="card"/></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,</l><l n="625">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="626">ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·</l><l n="627">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες</l><l n="628">ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.</l><l n="629">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη</l><l n="630">ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ</l><l n="631">Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·</l><l n="632">ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν</l><l n="633">οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.</l><l n="634">πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,</l><l n="635">Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·</l><l n="636">Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,</l><l n="637">δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.</l><l n="638">οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε</l><l n="639">πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,</l><l n="640">οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.</l><l n="641">οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,</l><l n="642">ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.</l><l n="643">ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων</l><l n="644">ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ</l><l n="645">πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.</l><l n="646">ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.</l><l n="647">τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,</l><l n="648">ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,</l><l n="649">τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.</l><l n="650">σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.</l></q><l n="651"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν</l><l n="652">ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.</l><l n="653">αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·</l><l n="654">ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι</l><l n="655">ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·</l><l n="656">τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="658">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="659">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="660">πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων</l><l n="661">δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,</l><l n="662">ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·</l><l n="663">αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.</l><milestone ed="p" n="664" unit="card"/></q><l n="664"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="665">εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,</l><l n="666">ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·</l><q><l n="667">ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·</l><l n="668">ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν</l><l n="669">πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.</l><l n="670">ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν</l><l n="671">ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.</l><l n="672">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="673">ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.</l><l n="674">κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,</l><l n="675">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="677">Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς</l><l n="678">Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,</l><l n="679">ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο</l><l n="680">ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.</l><l n="681">τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο</l><l n="682">θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.</l><l n="683">ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα</l><l n="684">δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.</l><l n="685">τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,</l><l n="686">ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω</l><l n="687">σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.</l><l n="688">δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς</l><l n="689">πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,</l><l n="690">κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="691">ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.</l><l n="692">ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς</l><l n="693">θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,</l><l n="694">ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς</l><l n="695">χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,</l><l n="696">οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν</l><l n="697">αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·</l><l n="698">κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,</l><l n="699">αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.</l><milestone ed="p" n="700" unit="card"/><l n="700"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα</l><l n="701">δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,</l><l n="702">τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,</l><l n="703">τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·</l><l n="704">ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,</l><l n="705">πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="707">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.</l></q><l n="708">ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="709">ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.</l><l n="710">ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,</l><l n="711">ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν</l><l n="712">ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων</l><l n="713">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.</l><l n="714">τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν</l><l n="715">ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,</l><l n="716">πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους</l><l n="717">αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ</l><l n="718">νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·</l><l n="719">οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,</l><l n="720">οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.</l><l n="721">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="722">δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="723">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="724">ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.</l></q><l n="725"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·</l><l n="726">κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,</l><l n="727">κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς</l><l n="728">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="729">δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="730">κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,</l><l n="731">ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω</l><l n="732">πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.</l><l n="733">καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,</l><l n="734">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·</l><q><l n="735">μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·</l><l n="736">νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες</l><l n="737">ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.</l></q><l n="738"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,</l><l n="739">καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.</l><milestone ed="p" n="740" unit="card"/><l n="740"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα</l><l n="741">ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα</l><l n="742">χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν</l><l n="743">πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,</l><l n="744">Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,</l><l n="745">στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·</l><l n="746">υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε</l><l n="747">Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.</l><l n="748">καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,</l><l n="749">ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·</l><l n="750">δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,</l><l n="751">ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="753">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l></q><l n="754">ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="755">ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς</l><l n="756">Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.</l><l n="757">στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.</l><l n="758">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="759">ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς</l><l n="760">ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο</l><l n="761">στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ</l><l n="762">πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει</l><l n="763">στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν</l><l n="764">ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·</l><l n="765">κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς</l><l n="766">αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ</l><l n="767">νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.</l><l n="768">ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς</l><l n="769">εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·</l><q><l n="770">κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.</l></q><l n="771">ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="772">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="773">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,</l><l n="774">ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,</l><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="777">ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·</l><l n="778">κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="779">ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.</l><l n="780">στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο</l><l n="781">ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·</l><q><l n="782">ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ</l><l n="783">μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.</l><milestone ed="p" n="784" unit="card"/></q><l n="784"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.</l><l n="785">Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον</l><l n="786">μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="787">εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν</l><l n="788">ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.</l><l n="789">Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,</l><l n="790">οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·</l><l n="791">ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ</l><l n="792">ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.</l></q><l n="793"><milestone ed="P" unit="para"/>ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.</l><l n="794">τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·</l><q><l n="795">Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,</l><l n="796">ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.</l></q><l n="797"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.</l><l n="798">αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος</l><l n="799">θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν</l><l n="800">τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="802">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="803">τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε</l><l n="804">ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.</l><l n="805">ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,</l><l n="806">ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="807">τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον</l><l n="808">καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·</l><l n="809">τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·</l><l n="810">καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.</l></q><l n="811"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="812">ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.</l><l n="813">οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="814">ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι</l><l n="815">δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.</l><l n="816">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="817">τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.</l><l n="818">ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="819">νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·</l><l n="820">Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο</l><l n="821">αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.</l><l n="822">καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ</l><l n="823">παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.</l><l n="824">αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως</l><l n="825">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.</l><milestone ed="p" n="826" unit="card"/><l n="826"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον</l><l n="827">ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·</l><l n="828">ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="829">τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="831">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l><l n="832">εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,</l><l n="833">ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς</l><l n="834">χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου</l><l n="835">ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.</l></q><l n="836"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,</l><l n="837">ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,</l><l n="838">ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.</l><l n="839">ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,</l><l n="840">ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.</l><l n="841">δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·</l><l n="842">τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας</l><l n="843">χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.</l><l n="844">ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,</l><l n="845">ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,</l><l n="846">ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,</l><l n="847">τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.</l><l n="848">ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο</l><l n="849">νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.</l><l n="850"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,</l><l n="851">κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,</l><l n="852">ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο</l><l n="853">τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν</l><l n="854">λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει</l><l n="855">τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,</l><l n="856">πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·</l><l n="857">ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,</l><l n="858">ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.</l><milestone ed="p" n="859" unit="card"/><l n="859"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,</l><l n="860">ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="861">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="862">Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν</l><l n="863">ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι</l><l n="864">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="865">ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·</l><l n="866">αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·</l><l n="867">ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.</l><l n="868">ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη</l><l n="869">μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.</l><l n="870">σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς</l><l n="871">τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.</l><l n="872">αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι</l><l n="873">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="874">ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·</l><l n="875">τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,</l><l n="876">ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ</l><l n="877">πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις</l><l n="878">ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο</l><l n="879">αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.</l><l n="880">ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="881">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="882">ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,</l><l n="883">Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.</l><l n="884"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,</l><l n="885">κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα</l><l n="886">θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·</l><l n="887">ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="888">ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="889">τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="890">Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων</l><l n="891">ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·</l><l n="892">ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας</l><l n="893">ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,</l><l n="894">εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.</l></q><l n="895"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="896">δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="897">Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.</l></div><div type="textpart" subtype="Book" n="24"><milestone ed="p" n="1" unit="card"/><l n="1">λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι</l><l n="2">ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο</l><l n="3">ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς</l><l n="4">κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος</l><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l><l n="10">ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε</l><l n="11">ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς</l><l n="12">δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς</l><l n="13">φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.</l><l n="14">ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="15">Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,</l><l n="16">τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος</l><l n="17">αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν</l><l n="18">ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων</l><l n="19">πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων</l><l n="20">καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε</l><l n="21">χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><milestone ed="p" n="22" unit="card"/><l n="22"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·</l><l n="23">τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,</l><l n="24">κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.</l><l n="25">ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ</l><l n="26">οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,</l><l n="27">ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ</l><l n="28">καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="29">ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,</l><l n="30">τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.</l><l n="31">ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="32">καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="33">σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν</l><l n="34">Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;</l><l n="35">τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι</l><l n="36">ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ</l><l n="37">καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα</l><l n="38">ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.</l><l n="39">ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,</l><l n="40">ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα</l><l n="41">γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,</l><l n="42">ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ</l><l n="43">εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·</l><l n="44">ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς</l><l n="45">γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.</l><l n="46">μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι</l><l n="47">ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·</l><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q><l n="55"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·</l><q><l n="56">εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε</l><l n="57">εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.</l><l n="58">Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·</l><l n="59">αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ</l><l n="60">θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν</l><l n="61">Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.</l><l n="62">πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι</l><l n="63">δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l><l n="67">φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·</l><l n="68">ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.</l><l n="69">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="70">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><l n="71">ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,</l><l n="72">λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ</l><l n="73">μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.</l><l n="74">ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,</l><l n="75">ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς</l><l n="76">δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l></q><l n="77"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="78">μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης</l><l n="79">ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.</l><l n="80">ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,</l><l n="81">ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα</l><l n="82">ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.</l><l n="83">εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="84">εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς</l><l n="85">κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε</l><l n="86">φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="87">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="88">ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.</l></q><l n="89">τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="90">τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ</l><l n="91">μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l><l n="92">εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.</l><milestone ed="p" n="93" unit="card"/></q><l n="93"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων</l><l n="94">κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.</l><l n="95">βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις</l><l n="96">ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.</l><l n="97">ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,</l><l n="98">εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες</l><l n="99">εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.</l><l n="100">ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.</l><l n="101">Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε</l><l n="102">καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="104">ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,</l><l n="105">πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·</l><l n="106">ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.</l><l n="107">ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν</l><l n="108">Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·</l><l n="109">κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·</l><l n="110">αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω</l><l n="111">αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.</l><l n="112">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·</l><l n="113">σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="114">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="115">Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,</l><l n="116">αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l><l n="117">αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω</l><l n="118">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="119">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.</l><milestone ed="p" n="120" unit="card"/></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,</l><l n="121">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,</l><l n="122">ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε</l><l n="123">εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="124">ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·</l><l n="125">τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.</l><l n="126">ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,</l><l n="127">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="128">τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων</l><l n="129">σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου</l><l n="130">οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι</l><l n="131">μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="132">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.</l><l n="133">ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·</l><l n="134">σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων</l><l n="135">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="136">Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.</l><l n="137">ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.</l></q><l n="138"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="139">τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,</l><l n="140">εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.</l></q><l n="141"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς</l><l n="142">πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.</l><l n="143">Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·</l><q><l n="144">βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο</l><l n="145">ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω</l><l n="146">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="147">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="148">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="149">κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="150">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="151">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="152">μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·</l><l n="153">τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,</l><l n="154">ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="155">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="156">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="157">οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="158">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l><milestone ed="p" n="159" unit="card"/></q><l n="159"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.</l><l n="160">ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.</l><l n="161">παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς</l><l n="162">δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς</l><l n="163">ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ</l><l n="164">κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος</l><l n="165">τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.</l><l n="166">θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο</l><l n="167">τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ</l><l n="168">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.</l><l n="169">στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα</l><l n="170">τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·</l><q><l n="171">θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·</l><l n="172">οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω</l><l n="173">ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="174">ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="175">λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,</l><l n="176">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="177">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="178">κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="179">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="180">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="181">μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·</l><l n="182">τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,</l><l n="183">ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="184">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="185">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="186">οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="187">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="189">αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην</l><l n="190">ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.</l><l n="191">αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα</l><l n="192">κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·</l><l n="193">ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·</l><q><l n="194">δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε</l><l n="195">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="196">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.</l><l n="197">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;</l><l n="198">αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε</l><l n="199">κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.</l><milestone ed="p" n="200" unit="card"/></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q><l n="201">ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ</l><l n="202">ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;</l><l n="203">πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="204">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="205">υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.</l><l n="206">εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν</l><l n="207">ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,</l><l n="208">οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν</l><l n="209">ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ</l><l n="210">γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,</l><l n="211">ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων</l><l n="212">ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι</l><l n="213">ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο</l><l n="214">παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,</l><l n="215">ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων</l><l n="216">ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="218">μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ</l><l n="219">ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.</l><l n="220">εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,</l><l n="221">ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,</l><l n="222">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="223">νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,</l><l n="224">εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα</l><l n="225">τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="226">βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς</l><l n="227">ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.</l></q><milestone ed="p" n="228" unit="card"/><l n="228"><milestone ed="P" unit="para"/>ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·</l><l n="229">ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,</l><l n="230">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="231">τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.</l><l n="232">χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,</l><l n="233">ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,</l><l n="234">ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες</l><l n="235">ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ</l><l n="236">φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ</l><l n="237">λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας</l><l n="238">αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·</l><q><l n="239">ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν</l><l n="240">οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;</l><l n="241">ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε</l><l n="242">παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·</l><l n="243">ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε</l><l n="244">κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε</l><l n="245">πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε</l><l n="246">ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω</l><l n="248">σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα</l><l n="249">νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον</l><l n="250">Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην</l><l n="251">Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·</l><l n="252">ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·</l><q><l n="253">σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες</l><l n="254">Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.</l><l n="255">ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="256">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,</l><l n="257">Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην</l><l n="258">Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει</l><l n="259">ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.</l><l n="260">τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται</l><l n="261">ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι</l><l n="262">ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.</l><l n="263">οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,</l><l n="264">ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν</l><l n="266">ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην</l><l n="267">καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,</l><l n="268">κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον</l><l n="269">πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·</l><l n="270">ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.</l><l n="271">καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ</l><l n="272">πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,</l><l n="273">τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα</l><l n="274">ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.</l><l n="275">ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης</l><l n="276">νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,</l><l n="277">ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,</l><l n="278">τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.</l><l n="279">ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς</l><l n="280">αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.</l><l n="281"><milestone ed="P" unit="para"/>τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι</l><l n="282">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·</l><l n="283">ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ</l><l n="284">οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι</l><l n="285">χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·</l><l n="286">στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="287">τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι</l><l n="288">ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς</l><l n="289">ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.</l><l n="290">ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι</l><l n="291">Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,</l><l n="292">αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ</l><l n="293">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="294">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l><l n="295">τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.</l><l n="296">εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,</l><l n="297">οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην</l><l n="298">νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.</l></q><milestone ed="p" n="299" unit="card"/><l n="299"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·</l><q><l n="300">ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.</l><l n="301">ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="302"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς</l><l n="303">χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη</l><l n="304">χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.</l><l n="305">νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·</l><l n="306">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="307">οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·</l><q><l n="308">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="309">δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,</l><l n="310">πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ</l><l n="311">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="312">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l><l n="313">τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.</l></q><l n="314"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς</l><l n="315">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν</l><l n="316">μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.</l><l n="317">ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται</l><l n="318">ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,</l><l n="319">τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι</l><l n="320">δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες</l><l n="321">γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="322"><milestone ed="P" unit="para"/>σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,</l><l n="323">ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.</l><l n="324">πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,</l><l n="325">τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν</l><l n="326">ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε</l><l n="327">καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο</l><l n="328">πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.</l><l n="329">οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,</l><l n="330">οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο</l><l n="331">παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν</l><l n="332">ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,</l><l n="333">αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·</l><q><l n="334">Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν</l><l n="335">ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,</l><l n="336">βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν</l><l n="337">ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ</l><l n="338">τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.</l><milestone ed="p" n="339" unit="card"/></q><l n="339"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="340">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="341">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="342">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·</l><l n="343">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει</l><l n="344">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·</l><l n="345">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><l n="346">αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,</l><l n="347">βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς</l><l n="348">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.</l><l n="349"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,</l><l n="350">στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν</l><l n="351">ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.</l><l n="352">τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ</l><l n="353">Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·</l><q><l n="354">φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.</l></q></div></div></body></text></TEI>