<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="650">σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.</l></q><l n="651"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν</l><l n="652">ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.</l><l n="653">αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·</l><l n="654">ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι</l><l n="655">ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·</l><l n="656">τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="658">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="659">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="660">πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων</l><l n="661">δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,</l><l n="662">ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·</l><l n="663">αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.</l><milestone ed="p" n="664" unit="card"/></q><l n="664"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="665">εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,</l><l n="666">ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·</l><q><l n="667">ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·</l><l n="668">ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν</l></q></div></div></body></text></TEI>