ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς. σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν. ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο. αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι· τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω· αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο