<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="643">ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων</l><l n="644">ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ</l><l n="645">πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.</l><l n="646">ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.</l><l n="647">τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,</l><l n="648">ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,</l><l n="649">τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.</l><l n="650">σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.</l></q><l n="651"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν</l><l n="652">ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.</l><l n="653">αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·</l></div></div></body></text></TEI>