<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="638">οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε</l><l n="639">πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,</l><l n="640">οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.</l><l n="641">οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,</l><l n="642">ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.</l><l n="643">ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων</l><l n="644">ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ</l><l n="645">πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.</l><l n="646">ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.</l><l n="647">τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,</l><l n="648">ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,</l><l n="649">τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.</l><l n="650">σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.</l></q><l n="651"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν</l><l n="652">ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.</l><l n="653">αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·</l><l n="654">ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι</l><l n="655">ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·</l><l n="656">τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="658">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="659">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="660">πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων</l><l n="661">δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,</l><l n="662">ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·</l><l n="663">αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.</l><milestone ed="p" n="664" unit="card"/></q><l n="664"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="665">εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,</l><l n="666">ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·</l><q><l n="667">ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·</l><l n="668">ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν</l><l n="669">πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.</l><l n="670">ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν</l><l n="671">ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.</l><l n="672">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="673">ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.</l><l n="674">κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,</l><l n="675">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="677">Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς</l><l n="678">Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,</l><l n="679">ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο</l><l n="680">ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.</l><l n="681">τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο</l><l n="682">θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.</l><l n="683">ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα</l><l n="684">δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.</l><l n="685">τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,</l><l n="686">ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω</l><l n="687">σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.</l><l n="688">δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς</l><l n="689">πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,</l><l n="690">κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="691">ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.</l><l n="692">ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς</l><l n="693">θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,</l></div></div></body></text></TEI>