Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα· ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα. οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν, ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν. ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν. ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.