<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="630">ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ</l><l n="631">Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·</l><l n="632">ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν</l><l n="633">οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.</l><l n="634">πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,</l><l n="635">Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·</l><l n="636">Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,</l><l n="637">δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.</l><l n="638">οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε</l><l n="639">πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,</l><l n="640">οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.</l><l n="641">οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,</l><l n="642">ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.</l><l n="643">ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων</l><l n="644">ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ</l><l n="645">πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.</l><l n="646">ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.</l><l n="647">τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,</l><l n="648">ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,</l><l n="649">τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.</l><l n="650">σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.</l></q><l n="651"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν</l><l n="652">ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.</l><l n="653">αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·</l><l n="654">ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι</l><l n="655">ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·</l><l n="656">τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.</l><l n="657">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="658">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="659">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="660">πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων</l><l n="661">δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,</l><l n="662">ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·</l><l n="663">αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.</l><milestone ed="p" n="664" unit="card"/></q><l n="664"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="665">εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,</l><l n="666">ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·</l><q><l n="667">ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·</l><l n="668">ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν</l><l n="669">πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.</l><l n="670">ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν</l></q></div></div></body></text></TEI>