<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="626">ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·</l><l n="627">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες</l><l n="628">ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.</l><l n="629">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη</l><l n="630">ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ</l><l n="631">Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·</l><l n="632">ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν</l><l n="633">οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.</l><l n="634">πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,</l><l n="635">Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·</l><l n="636">Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,</l></q></div></div></body></text></TEI>