<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="615">τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,</l><l n="616">ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς</l><l n="617">Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·</l><q><l n="618">τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω</l><l n="619">Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν</l><l n="620">ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον</l><l n="621">αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,</l><l n="622">οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι</l><l n="623">θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.</l><milestone ed="p" n="624" unit="card"/></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,</l><l n="625">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>