τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον, ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·