ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα. Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον, ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ