<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="605">δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.</l><l n="606">οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.</l><l n="607">ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας</l><l n="608">σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·</l><l n="609">τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον</l><l n="610">δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε</l><l n="611">ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l></q><l n="612"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ</l><l n="613">ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.</l><l n="614">Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα</l><l n="615">τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,</l><l n="616">ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς</l><l n="617">Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·</l><q><l n="618">τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω</l><l n="619">Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν</l><l n="620">ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον</l><l n="621">αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,</l><l n="622">οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι</l><l n="623">θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.</l><milestone ed="p" n="624" unit="card"/></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,</l><l n="625">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="626">ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·</l><l n="627">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες</l><l n="628">ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.</l><l n="629">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη</l><l n="630">ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ</l><l n="631">Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·</l><l n="632">ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν</l><l n="633">οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.</l><l n="634">πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,</l><l n="635">Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·</l><l n="636">Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,</l><l n="637">δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.</l><l n="638">οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε</l></q></div></div></body></text></TEI>