<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="604">ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.</l><l n="605">δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.</l><l n="606">οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.</l><l n="607">ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας</l><l n="608">σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·</l><l n="609">τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον</l><l n="610">δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε</l><l n="611">ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l></q><l n="612"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ</l><l n="613">ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.</l><l n="614">Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα</l></div></div></body></text></TEI>