ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο· τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα. Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα