<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="593">μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι</l><l n="594">βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα</l><l n="595">ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.</l></q><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς</l><l n="597">ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς</l><l n="598">ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση</l><l n="599">ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·</l><l n="600">ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="601">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="602">Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς</l><l n="603">χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων</l><l n="604">ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.</l><l n="605">δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.</l><l n="606">οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.</l><l n="607">ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας</l><l n="608">σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·</l><l n="609">τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον</l><l n="610">δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε</l><l n="611">ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l></q></div></div></body></text></TEI>