μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο· τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.