οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο· τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα. Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον, ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη