<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="555"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="556">χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·</l><l n="557">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="558">Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο</l><l n="559">Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.</l><l n="560">δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων</l><l n="561">χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο</l><l n="562">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.</l></q><l n="563"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ</l><l n="564">οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,</l><l n="565">Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.</l><l n="566"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων</l><l n="567">Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ</l><l n="568">χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν</l><l n="569">Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·</l><q><l n="570">Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.</l><l n="571">ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους</l><l n="572">τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.</l><l n="573">ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l></q></div></div></body></text></TEI>