ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται. ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν, Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς· Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες