<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="538">δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.</l></q><l n="539"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.</l><l n="540">καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,</l><l n="541">εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="542">Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·</l><q><l n="543">ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς</l><l n="544">τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον</l><l n="545">τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω</l><l n="546">αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν</l><l n="547">εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.</l><l n="548">εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ</l></q></div></div></body></text></TEI>