δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς· ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ