<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="519">τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l><l n="520">οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l><l n="521">χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·</l><l n="522">τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l><l n="523">λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l><l n="524">ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ</l><l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·</l><l n="526">εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,</l><l n="527">τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.</l><l n="528">αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος</l><l n="529">λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·</l><l n="530">βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,</l><l n="531">ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.</l><l n="532">υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων</l><l n="533">ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.</l><l n="534">τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="535">στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="536">λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·</l><l n="537">ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς</l><l n="538">δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.</l></q><l n="539"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.</l><l n="540">καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,</l><l n="541">εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="542">Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·</l><q><l n="543">ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς</l><l n="544">τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον</l><l n="545">τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω</l><l n="546">αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν</l><l n="547">εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.</l><l n="548">εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ</l><l n="549">ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς</l><l n="550">καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·</l><l n="551">τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον</l><l n="552">ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.</l><l n="553">τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω</l><l n="554">ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.</l><milestone ed="p" n="555" unit="card"/></q><l n="555"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="556">χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·</l><l n="557">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>