τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε· λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς· ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί. τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι. ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·