<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="517">ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα</l><l n="518">ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·</l><l n="519">τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l><l n="520">οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l><l n="521">χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·</l><l n="522">τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l><l n="523">λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l><l n="524">ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ</l><l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·</l><l n="526">εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,</l><l n="527">τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.</l><l n="528">αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος</l><l n="529">λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·</l><l n="530">βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,</l><l n="531">ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.</l><l n="532">υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων</l><l n="533">ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.</l><l n="534">τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="535">στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·</l></div></div></body></text></TEI>