<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="498">ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.</l></q><l n="499"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,</l><l n="500">μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι</l><l n="501">ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="502">αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,</l><l n="503">ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε</l><l n="504">ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ</l><l n="505">γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν</l><l n="506">ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.</l><l n="507">στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς</l><l n="508">ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.</l><l n="509">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,</l><l n="510">κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν</l><l n="511">ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,</l><l n="512">δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα</l><l n="513">καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.</l><milestone ed="p" n="514" unit="card"/><l n="514"><milestone ed="P" unit="para"/>τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους</l><l n="515">κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·</l><l n="516">ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.</l></div></div></body></text></TEI>