ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.