Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.