Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·