<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="470">εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ</l><l n="471">Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει</l><l n="472">Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.</l></q><milestone ed="p" n="473" unit="card"/><l n="473"><milestone ed="P" unit="para"/>τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·</l><q><l n="474">Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν</l><l n="475">ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.</l><l n="476">οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,</l><l n="477">οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·</l><l n="478">ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ</l><l n="479">λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.</l><l n="480">ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,</l><l n="481">Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.</l></q><l n="482"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="483">Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα</l><l n="484">δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="485">δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,</l><l n="486">ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,</l><l n="487">ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.</l></q><l n="488"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας</l><l n="489">χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·</l><l n="490">καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,</l><l n="491">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·</l><q><l n="492">μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν</l><l n="493">Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.</l><l n="494">καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="495">ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε</l><l n="496">ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης</l><l n="497">ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος</l><l n="498">ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.</l></q><l n="499"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,</l><l n="500">μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι</l><l n="501">ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="502">αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,</l><l n="503">ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε</l><l n="504">ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ</l><l n="505">γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν</l><l n="506">ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.</l><l n="507">στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς</l><l n="508">ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.</l><l n="509">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,</l><l n="510">κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν</l><l n="511">ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,</l><l n="512">δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα</l><l n="513">καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.</l><milestone ed="p" n="514" unit="card"/><l n="514"><milestone ed="P" unit="para"/>τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους</l><l n="515">κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·</l><l n="516">ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.</l><l n="517">ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα</l><l n="518">ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·</l><l n="519">τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l><l n="520">οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l><l n="521">χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·</l><l n="522">τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l><l n="523">λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l><l n="524">ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ</l><l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·</l></div></div></body></text></TEI>