ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.