ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι, αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.