<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="271">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="272">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="273">ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.</l><l n="274">εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ</l><l n="275">ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.</l><l n="276">ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·</l><l n="277">ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς</l><l n="278">πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.</l><l n="279">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·</l><l n="280">τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο</l><l n="281">ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον</l><l n="282">χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.</l><l n="283">τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι</l><l n="284">χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="285">ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν</l><l n="286">ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.</l><milestone ed="p" n="287" unit="card"/></q><l n="287"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.</l><l n="288">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος</l><l n="289">Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·</l><l n="290">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="291">ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα</l><l n="292">Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.</l><l n="293">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος</l><l n="294">διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους</l><l n="295">Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·</l><l n="296">τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος</l><l n="297">δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,</l><l n="298">ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε</l><l n="299">Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·</l><l n="300">τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.</l><l n="301">Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,</l><l n="302">Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος</l><l n="303">τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι</l><l n="304">ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς</l><l n="305">μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·</l><q><l n="306">Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν</l><l n="307">Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν</l><l n="308">παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·</l><l n="309">οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι</l><l n="310">βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="311">τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ</l><l n="312">πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.</l><l n="313">ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ</l><l n="314">παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.</l><l n="315">μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·</l><l n="316">μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ</l><l n="317">νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·</l><l n="318">μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.</l><milestone ed="p" n="319" unit="card"/><l n="319">ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς</l><l n="320">ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,</l><l n="321">ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·</l><l n="322">ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,</l><l n="323">αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει</l><l n="324">ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,</l><l n="325">ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.</l><l n="326">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.</l><l n="327">ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης</l><l n="328">ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,</l><l n="329">λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ</l><l n="330">ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς</l><l n="331">ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,</l><l n="332">ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,</l><l n="333">καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.</l><l n="334">τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,</l><l n="335">αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ</l><l n="336">ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l n="337">κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l n="338">ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l n="339">ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l n="340">κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,</l><l n="341">μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·</l><l n="342">χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ</l><l n="343">ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.</l><l n="344">εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,</l><l n="345">οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,</l><l n="346">οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι</l><l n="347">Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,</l><l n="348">ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ</l><l n="350">ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.</l><l n="352">ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·</l><l n="353">πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο</l><l n="354">Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·</l><l n="355">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,</l><l n="356">τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε</l><l n="357">Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.</l><l n="358">στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς</l><l n="359">τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν</l><l n="360">ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,</l><l n="361">ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.</l><l n="362"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,</l><l n="363">πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν</l><l n="364">ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο</l><l n="365">νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη</l><l n="366">ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,</l><l n="367">χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.</l><l n="368">ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,</l><l n="369">ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες</l><l n="370">ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου</l><l n="371">νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος</l><l n="372">ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.</l><l n="373"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι</l><l n="374">ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου</l><l n="375">φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="376">αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.</l><l n="377">τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι</l><l n="378">Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·</l><l n="379">αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,</l><l n="380">πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="381">θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.</l><l n="382">καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,</l><l n="383">εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,</l><l n="384">ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.</l><l n="385">τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,</l><l n="386">οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,</l><l n="387">οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.</l><milestone ed="p" n="388" unit="card"/><l n="388">οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων</l><l n="389">Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,</l><l n="390">δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·</l><l n="391">ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,</l><l n="392">ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι</l><l n="393">ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.</l><l n="394">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,</l><l n="395">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,</l><l n="396">θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε</l><l n="397">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="398">Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,</l><l n="399">πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη</l><l n="400">ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.</l><l n="401">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.</l><l n="402">Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l><q><l n="403">ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.</l><l n="404">ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω</l><l n="405">Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη</l><l n="406">νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·</l><l n="407">ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,</l><l n="408">καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ</l><l n="409">Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;</l><l n="410">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="411">οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν</l><l n="412">ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,</l><l n="413">αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.</l><l n="414">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·</l><l n="415">ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω</l><l n="416">στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="418">μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα</l><l n="419">στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.</l><l n="420">ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ</l><l n="421">ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·</l><l n="422">τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.</l><l n="423">Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους</l><l n="424">ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.</l><l n="425">Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·</l><q><l n="426">Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·</l><l n="427">στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·</l><l n="428">μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.</l></q><milestone ed="p" n="429" unit="card"/><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε</l><l n="430">κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.</l><l n="431">ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,</l><l n="432">ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,</l><l n="433">τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω</l><l n="434">Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν</l><l n="435">μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,</l><l n="436">δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ</l><l n="437">ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.</l><l n="438">τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="439">Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·</l><l n="440">ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.</l><l n="441">ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.</l></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="443">μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="444">φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα</l><l n="445">ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="447">μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.</l><l n="448"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο</l><l n="449">ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.</l><l n="450">πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·</l><l n="451">ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·</l><l n="452">τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας</l><l n="453">ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,</l><l n="454">ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ</l><l n="455">λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.</l><l n="456">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="457">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="458">οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;</l><l n="459">ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,</l><l n="460">ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ</l><l n="461">ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·</l><l n="462">ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,</l><l n="463">νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε</l><l n="464">Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·</l><l n="465">ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη</l><l n="466">εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·</l><l n="467">ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,</l><l n="468">αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.</l><l n="469">ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε</l><l n="470">εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ</l><l n="471">Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει</l><l n="472">Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.</l></q><milestone ed="p" n="473" unit="card"/><l n="473"><milestone ed="P" unit="para"/>τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·</l><q><l n="474">Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν</l><l n="475">ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.</l><l n="476">οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,</l><l n="477">οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·</l><l n="478">ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ</l><l n="479">λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.</l><l n="480">ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,</l><l n="481">Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.</l></q><l n="482"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="483">Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα</l><l n="484">δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="485">δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,</l><l n="486">ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,</l><l n="487">ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.</l></q><l n="488"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας</l><l n="489">χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·</l><l n="490">καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,</l><l n="491">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·</l><q><l n="492">μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν</l><l n="493">Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.</l><l n="494">καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="495">ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε</l><l n="496">ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης</l><l n="497">ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος</l><l n="498">ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.</l></q><l n="499"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,</l><l n="500">μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι</l><l n="501">ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="502">αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,</l><l n="503">ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε</l><l n="504">ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ</l><l n="505">γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν</l><l n="506">ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.</l><l n="507">στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς</l><l n="508">ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.</l><l n="509">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,</l><l n="510">κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν</l><l n="511">ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,</l><l n="512">δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα</l><l n="513">καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.</l><milestone ed="p" n="514" unit="card"/><l n="514"><milestone ed="P" unit="para"/>τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους</l><l n="515">κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·</l><l n="516">ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.</l><l n="517">ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα</l><l n="518">ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·</l><l n="519">τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l><l n="520">οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l><l n="521">χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·</l><l n="522">τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l><l n="523">λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l><l n="524">ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ</l><l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·</l><l n="526">εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,</l><l n="527">τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.</l><l n="528">αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος</l><l n="529">λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·</l><l n="530">βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,</l><l n="531">ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.</l><l n="532">υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων</l><l n="533">ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.</l><l n="534">τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="535">στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="536">λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·</l><l n="537">ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς</l><l n="538">δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.</l></q><l n="539"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.</l><l n="540">καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,</l><l n="541">εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="542">Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·</l><q><l n="543">ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς</l><l n="544">τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον</l><l n="545">τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω</l><l n="546">αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν</l><l n="547">εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.</l><l n="548">εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ</l><l n="549">ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς</l><l n="550">καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·</l><l n="551">τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον</l><l n="552">ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.</l><l n="553">τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω</l><l n="554">ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.</l><milestone ed="p" n="555" unit="card"/></q><l n="555"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="556">χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·</l><l n="557">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="558">Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο</l><l n="559">Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.</l><l n="560">δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων</l><l n="561">χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο</l><l n="562">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.</l></q><l n="563"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ</l><l n="564">οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,</l><l n="565">Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.</l><l n="566"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων</l><l n="567">Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ</l><l n="568">χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν</l><l n="569">Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·</l><q><l n="570">Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.</l><l n="571">ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους</l><l n="572">τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.</l><l n="573">ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="574">ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,</l><l n="575">μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="576">Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος</l><l n="577">οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν</l><l n="578">ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.</l></q><l n="579">εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι</l><l n="580">ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.</l><l n="581">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,</l><l n="582">στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην</l><l n="583">χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,</l><l n="584">ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον</l><l n="585">ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.</l></q><milestone ed="p" n="586" unit="card"/><l n="586"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="587">ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι</l><l n="588">σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.</l><l n="589">οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·</l><l n="590">κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.</l><l n="591">τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς</l><l n="592">δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο</l><l n="593">μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι</l><l n="594">βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα</l><l n="595">ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.</l></q><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς</l><l n="597">ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς</l><l n="598">ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση</l><l n="599">ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·</l><l n="600">ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="601">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="602">Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς</l><l n="603">χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων</l><l n="604">ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.</l><l n="605">δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.</l><l n="606">οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.</l><l n="607">ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας</l><l n="608">σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·</l><l n="609">τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον</l><l n="610">δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε</l><l n="611">ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l></q><l n="612"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ</l><l n="613">ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.</l><l n="614">Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα</l><l n="615">τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,</l><l n="616">ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς</l><l n="617">Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·</l><q><l n="618">τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω</l><l n="619">Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν</l><l n="620">ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον</l><l n="621">αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,</l><l n="622">οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι</l><l n="623">θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.</l><milestone ed="p" n="624" unit="card"/></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,</l><l n="625">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="626">ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·</l><l n="627">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες</l><l n="628">ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.</l><l n="629">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη</l><l n="630">ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ</l><l n="631">Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·</l><l n="632">ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν</l><l n="633">οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.</l></q></div></div></body></text></TEI>