<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="450">πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·</l><l n="451">ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·</l><l n="452">τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας</l><l n="453">ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,</l><l n="454">ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ</l><l n="455">λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.</l><l n="456">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="457">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="458">οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;</l><l n="459">ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,</l><l n="460">ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ</l></q></div></div></body></text></TEI>