πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους· ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ