<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="439">Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·</l><l n="440">ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.</l><l n="441">ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.</l></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="443">μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="444">φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα</l><l n="445">ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="447">μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.</l><l n="448"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο</l><l n="449">ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.</l></div></div></body></text></TEI>