Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.