ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.