ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,