μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·