<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="422">τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.</l><l n="423">Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους</l><l n="424">ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.</l><l n="425">Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·</l><q><l n="426">Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·</l><l n="427">στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·</l><l n="428">μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.</l></q><milestone ed="p" n="429" unit="card"/><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε</l><l n="430">κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.</l><l n="431">ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,</l><l n="432">ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,</l><l n="433">τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω</l><l n="434">Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν</l><l n="435">μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,</l><l n="436">δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ</l><l n="437">ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.</l><l n="438">τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="439">Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·</l><l n="440">ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.</l><l n="441">ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.</l></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="443">μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="444">φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα</l><l n="445">ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="447">μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.</l><l n="448"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο</l><l n="449">ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.</l><l n="450">πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·</l><l n="451">ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·</l><l n="452">τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας</l><l n="453">ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,</l><l n="454">ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ</l><l n="455">λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.</l><l n="456">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="457">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="458">οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;</l><l n="459">ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,</l><l n="460">ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ</l><l n="461">ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·</l><l n="462">ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,</l><l n="463">νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε</l><l n="464">Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·</l><l n="465">ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη</l><l n="466">εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·</l><l n="467">ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,</l><l n="468">αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.</l><l n="469">ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε</l><l n="470">εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ</l><l n="471">Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει</l><l n="472">Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.</l></q><milestone ed="p" n="473" unit="card"/><l n="473"><milestone ed="P" unit="para"/>τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·</l><q><l n="474">Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν</l><l n="475">ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.</l><l n="476">οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,</l><l n="477">οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·</l><l n="478">ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ</l><l n="479">λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.</l><l n="480">ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,</l><l n="481">Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.</l></q><l n="482"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="483">Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα</l><l n="484">δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="485">δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,</l><l n="486">ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,</l><l n="487">ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.</l></q><l n="488"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας</l><l n="489">χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·</l><l n="490">καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,</l><l n="491">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·</l><q><l n="492">μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν</l><l n="493">Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.</l><l n="494">καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="495">ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε</l><l n="496">ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης</l><l n="497">ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος</l><l n="498">ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.</l></q><l n="499"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,</l><l n="500">μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι</l><l n="501">ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.</l></div></div></body></text></TEI>