<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="422">τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.</l><l n="423">Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους</l><l n="424">ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.</l><l n="425">Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·</l><q><l n="426">Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·</l><l n="427">στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·</l><l n="428">μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.</l></q><milestone ed="p" n="429" unit="card"/><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε</l><l n="430">κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.</l><l n="431">ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,</l><l n="432">ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,</l><l n="433">τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω</l><l n="434">Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν</l><l n="435">μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,</l><l n="436">δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ</l><l n="437">ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.</l><l n="438">τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="439">Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·</l><l n="440">ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.</l></q></div></div></body></text></TEI>