αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν· οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον· εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν· ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ. καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·