<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="40">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν</l><l n="41">Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.</l><l n="42">αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·</l><q><l n="43">οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="44">οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι</l><l n="45">πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι</l><l n="46">κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε</l><l n="47">ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.</l><l n="48">ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·</l><l n="49">ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="50">ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς</l><l n="51">νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,</l><l n="52">ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ</l><l n="53">θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.</l></q><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="55">ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι</l><l n="56">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="57">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="58">οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="59">Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης</l><l n="60">κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν</l><l n="61">ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·</l><l n="62">εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ</l><l n="63">νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα</l><l n="64">Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="65">ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο</l><l n="66">πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα</l><l n="67">καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·</l><l n="68">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="69">εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.</l><l n="70">οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·</l><l n="71">θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.</l><l n="72">τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,</l><l n="73">οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,</l><l n="74">ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="75">καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις</l><l n="76">νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.</l><l n="77">οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων</l><l n="78">βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ</l><l n="79">ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·</l><l n="80">καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="81">τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.</l><l n="82">ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·</l><l n="83">μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,</l><l n="84">ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,</l><l n="85">εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος</l><l n="86">ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,</l><l n="87">ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος</l><l n="88">νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·</l><l n="89">ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς</l><l n="90">ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·</l><l n="91">ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι</l><l n="92">χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.</l></q><milestone ed="p" n="93" unit="card"/><l n="93"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="94">τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας</l><l n="95">καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι</l><l n="96">πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.</l><l n="97">ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε</l><l n="98">ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.</l></q><l n="99"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν</l><l n="100">οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς</l><l n="101">ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="102">χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q><l n="103">ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι</l><l n="104">ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·</l><l n="105">παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο</l><l n="106">ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,</l><l n="107">καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.</l></q><l n="108"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="109">μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="110">ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="111">οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην</l><l n="112">πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει</l><l n="113">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="114">οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες</l><l n="115">σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.</l><l n="116">πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·</l><l n="117">ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,</l><l n="118">αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ</l><l n="119">τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι</l><l n="120">πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ</l><l n="121">ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο</l><l n="122">ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.</l><l n="123">πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει</l><l n="124">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="125">κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς</l><l n="126">φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.</l><l n="127"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην</l><l n="128">ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς</l><l n="129">αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε</l><l n="130">χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον</l><l n="131">ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,</l><l n="132">ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,</l><l n="133">πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν</l><l n="134">μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.</l><l n="135">θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον</l><l n="136">κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς</l><l n="137">ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.</l><milestone ed="p" n="138" unit="card"/><l n="138"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς</l><l n="139">κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.</l><l n="140">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="141">στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,</l><l n="142">τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·</l><l n="143">ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·</l><q><l n="144">Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς</l><l n="145">κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν</l><l n="146">σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,</l><l n="147">πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν</l><l n="148">ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.</l><l n="149">ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.</l><l n="150">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν</l><l n="151">Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο</l><l n="153">θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="154">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο</l><l n="155">εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·</l><q><l n="156">Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν</l><l n="157">πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,</l><l n="158">νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="159">ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα</l><l n="160">κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.</l></q><milestone ed="p" n="161" unit="card"/><l n="161"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="162">αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,</l><l n="163">κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,</l><l n="164">ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,</l><l n="165">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.</l><l n="166">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="167">πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων</l><l n="168">δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς</l><l n="169">ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.</l><l n="170">ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας</l><l n="171">πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους</l><l n="172">ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.</l><l n="173">ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,</l><l n="174">καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,</l><l n="175">δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="176">χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·</l><l n="177">ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.</l><l n="178">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="179">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="180">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,</l><l n="181">δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="182">τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι</l><l n="183">δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,</l><l n="185">ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="186">ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ</l><l n="187">ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><l n="188">τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων</l><l n="189">οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα</l><l n="190">ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο</l><l n="191">σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.</l><milestone ed="p" n="192" unit="card"/><l n="192"><milestone ed="P" unit="para"/>οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·</l><l n="193">ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="194">στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι</l><l n="195">Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·</l><l n="196">πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν</l><l n="197">ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,</l><l n="198">ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις</l><l n="199">ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.</l><l n="200">οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον</l><l n="201">εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη</l><l n="202">βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι</l><l n="203">πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·</l><l n="204">ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·</l><q><l n="205">οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα</l><l n="206">Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας</l><l n="207">ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.</l><l n="208">ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν</l><l n="209">ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,</l><l n="210">ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται</l><l n="211">Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο</l><l n="213">ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.</l><l n="214">αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα</l><l n="215">πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,</l><l n="216">ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.</l><l n="217">παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον</l><l n="218">φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς</l><l n="219">χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="220">οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν</l><l n="221">ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.</l><l n="222">ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων</l><l n="223">νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,</l><l n="224">ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,</l><l n="225">ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.</l><milestone ed="p" n="226" unit="card"/><l n="226"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,</l><l n="227">ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,</l><l n="228">τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.</l><l n="229">οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι</l><l n="230">Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.</l><l n="231">Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς</l><l n="232">κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·</l><l n="233">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·</l><l n="234">τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,</l><l n="235">ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·</l><q><l n="236">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="237">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ</l><l n="238">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="239">ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν</l><l n="240">εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·</l><l n="241">ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν</l><l n="242">ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.</l><l n="243">καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ</l><l n="244">θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.</l><l n="245">τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,</l><l n="246">ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ</l><l n="247">εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο</l><l n="248">δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.</l></q><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.</l><l n="250">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="251">ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·</l><l n="252">κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ</l><l n="253">ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,</l><l n="254">ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·</l><l n="255">τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο</l><l n="256">ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="257">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="258">αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,</l><l n="259">νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε</l><l n="260">ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,</l><l n="261">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.</l><milestone ed="p" n="262" unit="card"/><l n="262"><milestone ed="P" unit="para"/>ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα</l><l n="263">θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν</l><l n="264">καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον</l><l n="265">τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν</l><l n="266">ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·</l><l n="267">αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα</l><l n="268">καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·</l><l n="269">τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,</l><l n="270">πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.</l><l n="271">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="272">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="273">ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.</l><l n="274">εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ</l><l n="275">ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.</l><l n="276">ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·</l><l n="277">ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς</l><l n="278">πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.</l><l n="279">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·</l><l n="280">τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο</l><l n="281">ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον</l><l n="282">χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.</l><l n="283">τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι</l><l n="284">χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="285">ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν</l><l n="286">ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.</l><milestone ed="p" n="287" unit="card"/></q><l n="287"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.</l><l n="288">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος</l><l n="289">Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·</l><l n="290">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="291">ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα</l><l n="292">Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.</l><l n="293">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος</l><l n="294">διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους</l><l n="295">Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·</l><l n="296">τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος</l><l n="297">δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,</l><l n="298">ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε</l><l n="299">Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·</l><l n="300">τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.</l><l n="301">Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,</l><l n="302">Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος</l><l n="303">τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι</l><l n="304">ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς</l><l n="305">μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·</l><q><l n="306">Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν</l><l n="307">Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν</l><l n="308">παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·</l><l n="309">οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι</l><l n="310">βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="311">τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ</l><l n="312">πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.</l><l n="313">ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ</l><l n="314">παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.</l></q></div></div></body></text></TEI>