Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο, ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες. ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς. οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους, κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες· πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.