δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν· ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους· στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι· μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,