<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="384">ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.</l><l n="385">τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,</l><l n="386">οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,</l><l n="387">οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.</l><milestone ed="p" n="388" unit="card"/><l n="388">οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων</l><l n="389">Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,</l><l n="390">δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·</l><l n="391">ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,</l><l n="392">ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι</l><l n="393">ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.</l><l n="394">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,</l><l n="395">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,</l><l n="396">θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε</l><l n="397">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="398">Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,</l><l n="399">πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη</l><l n="400">ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.</l><l n="401">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.</l><l n="402">Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l></div></div></body></text></TEI>